Ancient Greek · ~2 min
34.2 to 34.3
Arrian, Κυνηγετικός 34.2-3
Not analysed yet
περιελθόντος δὲ τοῦ ἔτους ὁπόταν τὰ γενέθλιαἥκῃ τῆς Ἀρτέμιδος, ἀνοίγνυται μὲν ὁ θησαυρός, ἀπὸ δὲ τοῦ συλλεχθέντος ἱερεῖον ὠνοῦνται, οἳ μὲν οἶν, οἳ δὲ αἶγα, οἳ δὲ μόσχον, εἰ οὕτω προχωροίη. θύσαντες δὲ καὶ τῶν ἱερείων ἀπαρξάμενοι τῇ Ἀγροτέρᾳ, ὡς ἑκάστοις νόμος, εὐωχοῦνται αὐτοὶ τε καὶ αἱ κύνες. τὰς κύνας δὲ καὶ στεφανοῦσιν ἐν τῇδε τῇ ἡμέρᾳ, ὡς δῆλον εἶναι διότι ἐπʼ αὐταῖς ἑορτάζουσιν.