Ancient Greek · ~2 min
Chapter 5
Arrian, Κυνηγετικός 5.4
Not analysed yet
εἰ δὲ ἐπί τι ἔργον πολιτικὸν ἴοιμι, ἣ δὲ τῷ ἑταίρῳ τῷ ἐμῷ σύνεστιν, καὶ πρὸς ἐκεῖνον τὰ αὐτὰ ταῦτα δρᾷ. ὁπότερος δὲ ἡμῶν κάμνοι τὸ σῶμα, ἐκείνου αὖ οὐκ ἀπαλλάσσεται. εἰ δὲ καὶ διʼ ὀλίγου χρόνου ἴδοι, ἐπιφθέγγεται, οἷα φιλοφρονουμένη. καὶ δειπνοῦντι συνοῦσα ἅπτεται ἄλλοτε ἄλλῳ τοῖν ποδοῖν, ὑπομιμνήσκουσα ὅτι κἂν αὐτῇ ἄρα μεταδοτέον εἴη τῶν σιτίων. καὶ μὴν καὶ πολύφθογγός ἐστιν, ὡς οὔπω ἐγὼ ἰδεῖν μοι δοκῶ ἄλλην κύνα· καὶ ὅσων δεῖται τῇ φωνῇ σημαίνει.