Ancient Greek · ~2 min
9.2 to 9.3
Arrian, Κυνηγετικός 9.2-3
Not analysed yet
ταῦτα δὲ γνοίη ἂν ὁ συναναπαυόμενος. κακίστη δὲ κοίτη κυνῶν μετὰ κυνῶν, πολὺ δὲ πλέον, εἰ καὶ ἐπιψαύουσαι ἀλλήλων ἀναπαύοιντο· ὡς ἄνθρωπος μὲν συγκαθεύδων κυνὶ ἀφαιρεῖ τοῦ χρωτὸς τὸ ἀνιαρόν· κύνες δὲ ἐν ταὐτῷ ἀναπαυόμεναι ὅ τι περ πονηρὸν τοῦ χρωτὸς τῷ πλησιάζειν τε καὶ ἐκθερμαίνειν ἐπάξουσιν· ὥστε φώρας ἐμπίμπλασθαι τὸ πολύ, ὁπότε ἐν ταὐτῷ ἀναπαύοιντο. δηλοῖ δὲ καὶ ἡ ὀδμή, ἐπειδὰν ἐσέλθῃς οὗ κύνες πολλαὶ ἀναπαύονται· οὕτω χαλεπή τέ ἐστιν καὶ δριμεῖα.