Ancient Greek · ~4 min
13.9 to 13.13
Arrian, Ἰνδική 13.9-13
Not analysed yet
εὖτʼ ἂν δέ σφισι κακῶς ἔχειν δοκέωσι, τηνικαῦτα ἐπιστήσαντες αὖθις τὴν γέφυραν ἐλαύνουσί τε ὡς ἐπὶ τὸ ἕρκος, καὶ τὰ μὲν πρῶτα μάχη κατίσταται καρτερὴ τοῖσιν ἡμέροισι τῶν ἐλεφάντων πρὸς τοὺς ἑαλωκότας· ἔπειτα κρατέονται μὲν κατὰ τὸ οἰκὸς οἱ ἄγριοι ὑπό τε τῇ ἀθυμίῃ καὶ τῷ λιμῷ ταλαιπωρεύμενοι. οἳ δὲ ἀπὸ τῶν ἐλεφάντων καταβάντες παρειμένοισιν ἤδη τοῖσιν ἀγρίοισι τοὺς πόδας ἄκρους συνδέουσιν, ἔπειτα ἐγκελεύονται τοῖσιν ἡμέροισι πληγῇσι σφᾶς2κολάζειν πολλῇσιν, ἔστʼ ἂν ἐκεῖνοι ταλαιπωρεύμενοι ἐς γῆν πέσωσι. παραστάντες δὲ βρόχους περιβάλλουσιν αὐτοῖσι κατὰ τοὺς αὐχένας, καὶ αὐτοὶ ἐπιβαίνουσι κειμένοισι. τοῦ δὲ μὴ ἀποσείεσθαι τοὺς ἀμβάτας μηδέ τι ἄλλο ἀτάσθαλον ἐργάζεσθαι, τὸν τράχηλον αὐτοῖσιν ἐν κύκλῳ μαχαιρίῳ ὀξέι ἐπιτέμνουσι, καὶ τὸν βρόχον κατὰ τὴν τομὴν περιδέουσιν, ὡς ἀτρέμα ἔχειν τὴν κεφαλήν τε καὶ τὸν τράχηλον ὑπὸ τοῦ ἕλκεος. εἰ γὰρ περιστρέφοιντο ὑπὸ ἀτασθαλίης, τρίβεται αὐτοῖσι τὸ ἕλκος ὑπὸ τῷ κάλῳ. οὕτω ὦν ἀτρέμα ἴσχουσι, καὶ ταύτῃ γνωσιμαχέοντες