Ancient Greek · ~2 min
16.11 to 16.12
Arrian, Ἰνδική 16.11-12
Not analysed yet
ἀλλὰ περὶ ἄκρῳ τῷ στόματι ἐν κύκλῳ ἔχουσι δέρμα ὠμοβόινον ῥαπτὸν περιηρτημένον, καὶ ἐν τούτῳ χάλκεα κέντρα ἢ σιδήρεα, οὐ κάρτα ὀξέα, ἔσω ἐστραμμένα· τοῖσι δὲ πλουσίοισιν ἐλεφάντινα κέντρα ἐστίν. ἐν δὲ τῷ στόματι σίδηρον αὐτοῖσιν οἱ ἵπποι ἔχουσιν, οἷόν περ ὀβελόν, ἔνθεν ἐξηρτημένοι εἰσὶν αὐτοῖσιν οἱ ῥυτῆρες· ἐπεὰν ὦν ἐπαγάγωσι τὸν ῥυτῆρα, ὅ τε ὀβελὸς κρατέει τὸν ἵππον, καὶ τὰ κέντρα, οἷα δὴ ἐξ αὐτοῦ ἠρτημένα, κεντέοντα οὐκ ἐᾷ ἄλλο τι ἢ πείθεσθαι τῷ ῥυτῆρι.