Ancient Greek · ~2 min
18.11 to 18.12
Arrian, Ἰνδική 18.11-12
Not analysed yet
ὡς δὲ ταῦτα ἐκεκόσμητο Ἀλεξάνδρῳ, ἔθυε τοῖσι θεοῖσιν ὅσοι γε πάτριοι ἢ μαντευτοὶ αὐτῷ, καὶ Ποσειδῶνι καὶ Ἀμφιτρίτῃ καὶ Νηρηίσι καὶ αὐτῷ τῷ Ὠκεανῷ, καὶ τῷ Ὑδάσπῃ ποταμῷ, ἀπʼ ὅτου ὡρμᾶτο, καὶ τῷ Ἀκεσίνῃ, ἐς ὅντινα ἐκδιδοῖ Ὑδάσπης, καὶ τῷ Ἰνδῷ, ἐς ὅντινα ἄμφω ἐκδιδοῦσιν· ἀγῶνές τε αὐτῷ μουσικοί τε καὶ γυμνικοὶ ἐποιεῦντο, καὶ ἱερήϊα τῇ στρατιῇ πάσῃ κατὰ τέλεα ἐδίδοτο.