Ancient Greek · ~3 min
21.10 to 21.13
Arrian, Ἰνδική 21.10-13
Not analysed yet
διεκπλώσαντες δὲ ταύτην ὁρμίζονται ἐν λιμένι εὐόρμῳ. ὅτι δὲ μέγας τε καὶ καλὸς ὁ λιμὴν Νεάρχῳ ἔδοξεν, ἐπονομάζει αὐτὸν Ἀλεξάνδρου λιμένα. νῆσος δέ ἐστιν ἐπὶ τῷ στόματι τοῦ λιμένος ὅσον σταδίους δύο ἀπέχουσα· Βίβακτα οὔνομα τῇ νήσῳ, ὁ δὲ χῶρος ἅπας Σάγγαδα ἐκαλέετο. ἡ δὲ νῆσος καὶ τὸν λιμένα, προκειμένη πρὸ τοῦ πελάγεος, αὐτὴ ἐποίεεν. ἐνθαῦτα πνεύματα μεγάλα ἐκ τοῦ πόντου ἔπνεε καὶ συνεχέα, καὶ Νέαρχος δείσας τῶν βαρβάρων μή τινες συνταχθέντες ἐπʼ ἁρπαγὴν τοῦ στρατοπέδου τραποίατο, ἐκτειχίζει τὸν χῶρον λιθίνῳ τεἱχεϊ. τέσσαρες δὲ καὶ εἴκοσιν ἡμέραι τῇ μονῇ ἐγένοντο. καὶ λέγει ὅτι μύας τε ἐθήρων τοὺς θαλασσίους οἱ στρατιῶται, καὶ ὄστρεα δὲ καὶ τοὺς σωλῆνας καλεομένους, ἄτοπα τὸ μέγαθος, ὡς τοῖσιν ἐν τῇδε τῇ ἡμετέρῃ θαλάσσῃ συμβαλέειν· καὶ ὕδωρ ὅτι ἁλμυρὸν ἐπίνετο.