Ancient Greek · ~5 min
29.11 to 29.16
Arrian, Ἰνδική 29.11-16
Not analysed yet
ἐπεὰν δὲ ἡ θάλασσα ὑπονοστήσῃ, ἵνα μὲν ξηρὴ ἡ γῆ ὑπολείπεται, ἐρήμη τὸ πολλόν ἐστιν ἰχθύων· ἔνθα δὲ βαθέα ἐστίν, ὑπολείπεταί τι τοῦ ὕδατος καὶ ἐν τῷδε κάρτα πολλοὶ ἰχθύες· οἱ μὲν πολλοὶ σμικροὶ αὐτῶν, οἳ δὲ καὶ μέζονες. τούτοισι περιβάλλοντες τὰ δίκτυα αἱρέουσι. σιτέονται δὲ ὠμοὺς μέν, ὅκως ἀνειρύουσιν ἐκ τοῦ ὕδατος, τοὺς ἁπαλωτάτους αὐτῶν· τοὺς δὲ μέζονάς τε καὶ σκληροτέρους ὑπὸ ἡλίῳ αὐαίνοντες, εὖτʼ ἂν ἀπαυανθῶσι, καταλεῦντες ἄλευρα ἀπʼ αὐτῶν ποιέονται καὶ ἄρτους· οἳ δὲ μάζας ἐκ τούτων τῶν ἀλεύρων πέσσουσι. καὶ τὰ βοσκήματα αὐτοῖσι τοὺς ἰχθύας ξηροὺς σιτέεται· ἡ γὰρ χώρη ἐρήμη λειμώνων οὐδὲ ποίην φέρει. θηρεύουσι δὲ καὶ καράβους πολλαχῆ καὶ ὄστρεα καὶ κογχύλια. ἅλες δὲ αὐτόματοι γίνονται ἐν τῇ χώρῃ ἀπὸ τούτων ἔλαιον ποιέουσιν. οἳ μὲν δὴ αὐτῶν ἐρήμους τόπους οἰκέουσιν ἄδενδρόν τε τὴν χώρην καὶ ἄφορον καρπῶν ἡμέρων —καὶ τούτοισιν ἀπὸ τῶν ἰχθύων ἡ πᾶσα δίαιτα ποιέεται —,ὀλίγοι δὲ αὐτῶν σπείρουσιν ὅσον τῆς χώρης, [καὶ τούτῳ κατάπερ ὄψῳ χρέονται πρὸς τοὺς ἰχθύας·] ὁ γὰρ σῖτος αὐτοῖσίν εἰσιν ἰχθύες. οἰκία δὲ ποιέονται οἱ μὲν εὐδαιμονέστατοι αὐτῶν ὅσα κήτεα ἐκβάλλει ἡ θάλασσα, τούτων τὰ ὀστέα ἐπιλεγόμενοι, καὶ τούτοισιν ἀντὶ ξύλων χρεόμενοι. καὶ θύρας τὰ ὀστέα ὅσα πλατέα αὐτῶν ποιέονται· τοῖσι δὲ πολλοῖσι καὶ πενεστέροισιν ἀπὸ τῶν ἀκανθέων τῶν ἰχθύων τὰ οἰκία ποιέεται.