Ancient Greek · ~2 min
34.10 to 34.12
Arrian, Ἰνδική 34.10-12
Not analysed yet
ὅτι δὲ οὐ γινώσκουσιν ἡμέας, οὐκ ἐν θώματι ποιέομαι· οὕτω γάρ τι ἔχομεν κακῶς, ὥστε ἄγνωστοι εἶναι. φράσωμεν αὐτοῖσιν οἵτινές εἰμεν, καὶ αὐτοὺς ἐρώμεθα κατʼ ὅτι ταύτην ἐλαύνουσιν. ”ἔδοξε Νεάρχῳ ἐναίσιμα λέγειν· καὶ ἤροντο ὅκοι ἐλαύνουσιν· οἳ δὲ ὑποκρίνονται ὅτι κατὰ ζήτησιν Νεάρχου τε καὶ τοῦ στρατοῦ τοῦ ναυτικοῦ. δ δέ “οὗτοσ” ἔφη “ἐγώ εἰμι Νέαρχος, καὶ Ἀρχίης οὗτος. ἀλλὰ ἄγετε ἡμέας· ἡμεῖς δὲ τὰ ὑπὲρ τῆς στρατιῆς Ἀλεξάνδρῳ ἀπηγησόμεθα.”