Ancient Greek · ~4 min
4.12 to 4.16
Arrian, Ἰνδική 4.12-16
Not analysed yet
κατύπερθε δὲ τούτων Πάρενος καὶ Σάπαρνος, οὐ πολὺ διέχοντες, ἐμβάλλουσιν ἐς τὸν Ἰνδόν. Σόανος δὲ ἐκ τῆς ὀρεινῆς τῆς Ἀβισσαρέων ἔρημος ἄλλου ποταμοῦ ἐκδιδοῖ ἐς αὐτόν. καὶ τούτων τοὺς πολλοὺς Μεγασθένης λέγει ὅτι πλωτοί εἰσιν. οὔκουν ἀπιστίην χρὴ ἔχειν ὑπέρ τε τοῦ Ἰνδοῦ καὶ τοῦ Γάγγεω, μηδὲ συμβλητοὺς εἶναι αὐτοῖσι τόν τε Ἴστρον καὶ τὸν Νεῖλον. ἐς μέν γε τὸν Νεῖλον οὐδένα ποταμὸν ἐκδιδόντα ἴδμεν, ἀλλὰ ἀπʼ αὐτοῦ διώρυχας τετμημένας κατὰ τὴν χώρην τὴν Αἰγυπτίην· ὁ δὲ Ἴστρος ὀλίγος μὲν ἀνίσχει ἀπὸ τῶν πηγέων, δέκεται δὲ πολλοὺς ποταμούς, ἀλλὰ οὐδὲ πλήθεϊ ἴσους τοῖσιν Ἰνδῶν ποταμοῖσιν, οἳ τὸν Ἰνδὸν καὶ τὸν Γάγγεα ἐκδιδοῦσι, πλωτοὺς δὲ δὴ κάρτα ὀλίγους, ὧν τοὺς μὲν αὐτὸς ἰδὼν οἶδα, τὸν Ἔνον τε καὶ τὸν Σάον. Ἔνος μὲν ἐν μεθορίῳ τῆς Νωρικῶν καὶ Ῥαιτῶν γῆς μίγνυται τῷ Ἴστρῳ, ὁ δὲ Σάος κατὰ Παίονας. ὁ δὲ χῶρος, ἵναπερ. συμβάλλουσιν οἱ ποταμοί, Ταυροῦνος καλέεται. ὅστις δὲ καὶ ἄλλον οἶδε ναυσίπορον τῶν ἐς τὸν Ἴστρον ἐκδιδόντων, ἀλλὰ οὐ πολλούς κου οἶδε.