Ancient Greek · ~2 min
9.10 to 9.12
Arrian, Ἰνδική 9.10-12
Not analysed yet
ἄλλον δὲ οὐδένα ἐμβαλεῖν ἐς γῆν τὴν Ἰνδῶν ἐπὶ πολέμῳ, οὐδὲ Κῦρον τὸν Καμβύσεω, καίτοι ἐπὶ Σκύθας ἐλάσαντα καὶ τἄλλα πολυπραγμονέστατον δὴ τῶν κατὰ τὴν Ἀσίην βασιλέων γενόμενον τὸν Κῦρον. ἀλλὰ Ἀλέξανδρον γὰρ ἐλθεῖν τε καὶ κρατῆσαι πάντων τοῖσιν ὅπλοισιν, ὅσους γε δὴ ἐπῆλθε· καὶ ἂν καὶ πάντων κρατῆσαι, εἰ ἡ στρατιὴ ἤθελεν. οὐ μὲν δὴ οὐδὲ Ἰνδῶν τινὰ ἔξω τῆς οἰκηίης σταλῆναι ἐπὶ πολέμῳ διὰ δικαιότητα.