Ancient Greek · ~2 min
15.1 to 15.2
Arrian, Περίπλους τοῦ Εὐξείνου Πόντου 15.1-2
Not analysed yet
οὗτος ὁ ποταμὸς πάλαι μὲν ὅρος ἦν τῆς Κροἵ̣?ʼου βασιλείας καὶ τῆς Περσῶν, νῦν δὲ ὑπὸ τῇ Ῥωμαίων ἐπικρατείᾳ ῥεῖ, οὐκ ἀπὸ μεσημβρίας, ὡς λέγει Ἡρόδοτος, ἀλλʼ ἀπὸ ἀνίσχοντος ἡλίου. καθʼ ὅ τι δὲ ἐσβάλλει ἐς τὸν Πόντον, ὁρίζει τὰ Σινωπέων καὶ Ἀμισηνῶν ἔργα. ἀπὸ δὲ Ἅλυος ποταμοῦ ἐς Ναύσταθμον στάδιοι ἐνενήκοντα, ἵναπερ καὶ λίμνη ἐστίν. ἐνθένδε ἐς Κωνώπιον ἄλλην λίμνην ἄλλοι αὖ πεντήκοντα. ἀπὸ σὲ Κωνωπίου ἐς Εὐσήνην ἑκατὸν καὶ εἴκοσιν. ἐνθένδε ἐς Ἀμισὸν