Ancient Greek · ~1 min
Chapter 2
Arrian, Περίπλους τοῦ Εὐξείνου Πόντου 2.1
Not analysed yet
πεποίηται δὲ καὶ ὁ νεὼς λίθου τετραγώνου οὐ φαύλως· ἀλλὰ τὸ τοῦ Ἑρμοῦ ἄγαλμα οὔτε τοῦ νεὼ ἄξιόν ἐστιν οὔτε αὐτοῦ τοῦ χωρίου. εἰ δέ σοι δοκεῖ, πέμψον μοι πεντάπουν μάλιστα Ἑρμοῦ ἄγαλμα· τηλικοῦτον γάρ μοι δοκεῖ ἔσεσθαι ὥς γε πρὸς τὸν νεὼν σύμμετρον. καὶ ἄλλο τοῦ Φιλησίου τετράπουν·