Ancient Greek · ~2 min
2.3 to 2.4
Arrian, Περίπλους τοῦ Εὐξείνου Πόντου 2.3-4
Not analysed yet
ὥσπερ ὁ Ξενοφῶν ἐκεῖνος ἐν Κάλπης λιμένι ὑφʼ ἁμάξης βοῦν λαβὼν διʼ ἀπορίαν ἱερείων, ἀλλὰ τῶν Τραπεζουντίων αὐτῶν παρασκευασάντων ἱερεῖον οὐκ ἀγεννές. καὶ ἐσπλαγχνευσάμεθα αὐτόθι καὶ τοῖς σπλάγχνοις ἐπεσπείσαμεν. ὅτῳ δὲ πρώτῳ τἀγαθὰ ηὐχόμεθα, οὐ λανθάνομέν σε τόν τε τρόπον τὸν ἡμέτερον οὐκ ἀγνοοῦντα καὶ σαυτῷ συνειδότα ὅτι ἄξιος εἶ ὑπὲρ ὅτου πάντες ἃν εὔξαιντο τἀγαθὰ κἂν ὅσοι ἡμῶν ἔλαττον ὑπὸ σοῦ εὖ πεπόνθασιν.