Ancient Greek · ~1 min
Chapter 5
Arrian, Περίπλους τοῦ Εὐξείνου Πόντου 5.1
Not analysed yet
τὰς δὲ πολλὰς ἐδόκει πέμπειν ἐς τοὺς αἰγιαλοὺς τοὺς πλησίον νεωλκηθησομένας. καὶ ἐνεωλκήθησαν ὥστε ἀπαθεῖς διαγενέσθαι πάσας πλὴν μιᾶς, ἥντινα ἐν τῷ ὁρμίζεσθαι πρὸ τοῦ καιροῦ ἐπιστρέψασαν πλαγίαν ὑπολαβὸν τὸ κῦμα ἐξήνεγκεν ἐς τὴν ᾐόνα καὶ συνέτριψεν.