Ancient Greek · ~4 min
8.1 to 8.4
Arrian, Περίπλους τοῦ Εὐξείνου Πόντου 8.1-4
Not analysed yet
ἐνθένδε ἐς τὸν Φᾶσιν ἐσεπλεύσαμεν ἐνενήκοντα τοῦ Μώγρου διέχοντα, ποταμῶν ὧν ἐγὼ ἔγνων κουφότατον ὕδωρ παρεχόμενον καὶ τὴν χρόαν μάλιστα ἐξηλλαγμένον. τὴν μὲν γὰρ κουφότητα τῷ τε σταθμῷ τεκμαίροιτο ἄν τις ,καὶ πρὸ τούτου, ὅτι ἐπιπλεῖ τῇ θαλάσσῃ, οὐχὶ δὲ συμμίγνυται, καθάπερ τῷ Πηνειῷ τὸν Τιταρήσιον λέγει ἐπιρρεῖν Ὅμηρος ʽκαθύπερθεν ἠύτʼ ἔλαιονʼ. καὶ ἦν κατὰ μὲν τοῦ ἐπιρρέοντος βάψαντα γλυκὺ τὸ ὕδωρ ἀνιμήσασθαι, εἰ δὲ ἐς βάθος τις καθῆκεν τὴν κάλπιν, ἁλμυρόν. καίτοι ὁ πᾶς Πόντος πολύ τι γλυκυτέρου τοῦ ὑδατός ἐστιν ἤπερ ἡ ἔξω θάλασσα· καὶ τούτου τὸ αἴτιον οἱ ποταμοί εἰσιν, οὔτε πλῆθος οὔτε μέγεθος σταθμητοὶ ὄντες. τεκμήριον δὲ τῆς γλυκύτητος εἰ τεκμηρίων δεῖ ἐπὶ τοῖς αἰσθήσει φαινομένοις, ὅτι πάντα τὰ βοσκήματα οἱ προσοικοῦντες τῇ θαλάσσῃ ἐπὶ τὴν θάλασσαν κατάγουσιν καὶ ἀπʼ αὐτῆς ποτίζουσιν· τὰ δὲ πίνοντά τε ἡδέως ὁρᾶται, καὶ λόγος κατέχει ὅτι καὶ ὠφέλιμον αὐτοῖς τοῦτο τὸ ποτόν ἐστιν τοῦ γλυκέος μᾶλλον, ἡ δὲ χρόα τῷ Φάσιδι οἵα ἀπὸ μολίβδου ἢ κασσιτέρου