Ancient Greek · ~2 min
Chapter 9
Arrian, Περίπλους τοῦ Εὐξείνου Πόντου 9.2
Not analysed yet
ἄγκυρα δείκνυται τῆς Ἀργοῦς. καὶ ἡ μὲν σιδηρᾶ οὐκ ἔδοξέ μοι εἶναι παλαιά —καίτοι τὸ μέγεθος οὐ κατὰ τὰς νῦν ἀγκύρας ἐστίν, καὶ τὸ σχῆμα ἀμηγέπη ἐξηλλαγμένη —,ἀλλὰ νεωτέρα μοι ἐφάνη εἶναι τοῦ χρόνου. λιθίνης δέ τινος ἄλλης θραύσματα ἐδείκνυτο παλαιά, ὡς ταῦτα μᾶλλον εἰκάσαι ἐκεῖνα εἶναι τὰ λείψανα τῆς ἀγκύρας τῆς Ἀργοῦς. ἄλλο δὲ οὐδὲν ὑπόμνημα ἦν ἐνταῦθα τῶν μύθων τῶν ἀμφὶ τὸν Ἰάσονα. τὸ μέντοι φρούριον