# Τέχνη τακτική 33.1-3

Arrian, Τέχνη τακτική, 33.1 to 33.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/arrian/text-5/33.1

τῶν ὀνομάτων ἑκάστων, ὅτι οὐδὲ αὐτοῖς Ῥωμαίοις τὰ πολλὰ τῆς πατρίου φωνῆς ἔχεται ἀλλʼ ἔστιν ἃ τῆς Ἰβήρων ἢ Κελτῶν, ἐπεὶ τὰ πράγματα αὐτὰ Κελτικὰ ὄντα προσέλαβον, εὐδοκιμήσαντος αὐτοῖς ἐν ταῖς μάχαις τοῦ Κελτῶν ἱππικοῦ. εἰ γάρ τοι ἐπʼ ἄλλῳ τῳ, καὶ ἐπὶ τῷδε ἄξιοι ἐπαινεῖσθαι Ῥωμαῖοι, ὅτι οὐ τὰ οἰκεῖα καὶ πάτρια οὕτω τι ἠγάπησαν, ὡς τὰ πανταχόθεν καλὰ ἐπιλεξάμενοι οἰκεῖα σφίσιν ἐποιήσαντο. οὕτω τοι εὕροις ἂν καὶ ὁπλίσεις τινὰς παρʼ ἄλλων λαβόντας — καὶ ἤδη Ῥωμαϊκαὶ ὀνομάζονται, ὅτι κράτιστα Ῥωμαῖοι αὐταῖς ἐχρήσαντο —, καὶ γυμνάσια στρατιωτικὰπαρʼ ἄλλων, καὶ θρόνους τοὺς τῶν ἀρχόντων καὶ ἐσθῆτα τὴν περιπόρφυρον. οἳ δὲ καὶ θεοὺς αὐτοὺς ἄλλους παρʼ ἄλλων λαβόντες

---

Arrian, Τέχνη τακτική, ed. Rudolf Hercher, Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0074.tlg005.local001/.
