Ancient Greek · ~3 min
42.3 to 42.5
Arrian, Τέχνη τακτική 42.3-5
Not analysed yet
ἥδʼ ἔστιν βολὴ ἡ πασῶν χαλεπωτάτη, εἴ πως πρὶν πάντη ἀποστραφῆναι τὸν ἵππον, ἐν αὐτῇ ἔτι τῇ ἐπικαμπῇ γίγνοιτο. ἡ γὰρ δὴ ξύνημα τῇ Κελτῶν φωνῇ καλουμένη ταύτῃ δὴ ἄφεσις γίγνεται, ἐπείπερ οὐδὲ ἀσιδήρῳ ἀκοντίῳ εὐμαρὴς ἀκοντίζεσθαι. ἤδη δέ τις ὑπὸ ὀξύτητός τε καὶ φιλοτιμίας καὶ τέσσαρας λόγχας ὀρθῷ τῷ ἵππῳ ἐπὶ τὸν πρῶτον σκοπὸν ἐξακοντίσαι ἤνυσεν, ἢ τὰς τρεῖς μὲν ὀρθῷ τῷ ἵππῳ, τὴν τετάρτην δὲ ἐπιστρέφοντι, ὡς ὁ βασιλεὺς ἔταξεν, ἔνθα δὴ ὅ τε ἀγαθὸς ἀκοντιστὴς καὶ ὁ κακὸς μάλιστα πάντων διαφαίνονται, ἅτε οὐκ ἐν στοίχῳ ἀδιακρίτῳ οὐδὲ ἐν θορύβῳ δρωμένου τοῦ ἔργου. καὶ ἥτις ἐπέλασις τοὺς πλείστους παράσχοιτο τῶν λογχῶν τῇ βολῇ διαπρέποντας, ταύτην ἐγὼ μᾶλλον ἤ τινα ἄλλην ἐπῄνεσα, ὡς πρὸς ἀλήθειαν τῶν πολεμικῶν ἔργων ἠσκημένην.