Ancient Greek · ~1 min
Book 1, Chapter 14
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 1.14.5
Not analysed yet
χρόνον μὲν δὴ ἀμφότερα τὰ στρατεύματα ἐπʼ ἄκρου τοῦ ποταμοῦ ἐφεστῶτες ὑπὸ τοῦ τὸ μέλλον ὀκνεῖν ἡσυχίαν ἦγον καὶ σιγὴ ἦν πολλὴ ἀφʼ ἑκατέρων. οἱ γὰρ Πέρσαι προσέμενον τοὺς Μακεδόνας, ὁπότε ἐσβήσονται ἐς τὸν πόρον, ὡς ἐπικεισόμενοι ἐκβαίνουσιν·