Ancient Greek · ~3 min
1.18.7 to 1.18.9
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 1.18.7-9
Not analysed yet
Ἀλέξανδρος δὲ τῇ τε γνώμῃ ἁμαρτάνειν ἔφη Παρμενίωνα καὶ τοῦ σημείου τῇ οὐ κατὰ τὸ εἰκὸς ξυμβλήσει· ὀλίγαις τε γὰρ ναυσὶ πρὸς πολλῷ πλείους ξὺν οὐδενὶ λογισμῷ ναυμαχήσειν καὶ οὐ μεμελετηκότι τῷ σφῶν ναυτικῷ πρὸς προησκημένον τὸ τῶν Κυπρίων τε καὶ Φοινίκων· τήν τε ἐμπειρίαν τῶν Μακεδόνων καὶ τὴν τόλμαν ἐν ἀβεβαίῳ χωρίῳ οὐκ ἐθέλειν παραδοῦναι τοῖς βαρβάροις· καὶ ἡττηθεῖσι τῇ ναυμαχίᾳ οὐ μικρὰν τὴν βλάβην ἔσεσθαι ἐς τοῦ πολέμου τὴν πρώτην δόξαν, τά τε ἄλλα καὶ τοὺς Ἕλληνας νεωτεριεῖν πρὸς τοῦ ναυτικοῦ πταίσματος τὴν ἐξαγγελίαν ἐπαρθέντας. ταῦτα μὲν τῷ λογισμῷ ξυντιθεὶς οὐκ ἐν καιρῷ ἀπέφαινε ναυμαχεῖν· τὸ θεῖον δὲ αὐτὸς ἄλλῃ ἐξηγεῖσθαι· εἶναι μὲν γὰρ πρὸς αὑτοῦ τὸν ἀετόν, ἀλλʼ ὅτι ἐπὶ τῇ καθήμενος ἐφαίνετο, δοκεῖν οἱ μᾶλλόν τι σημαίνειν, ὅτι ἐκ γῆς κρατήσει τοῦ Περσῶν ναυτικοῦ.