# Ἀλεξάνδρου Ἀνάβασις 2.11.6-7

Arrian, Ἀλεξάνδρου Ἀνάβασις, 2.11.6 to 2.11.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/arrian/text/2.11.6

Ἀλέξανδρος γὰρ ἔστε μὲν φάος ἦν ἀνὰ κράτος ἐδίωκεν, ὡς δὲ συνεσκόταζέ τε ἤδη καὶ τὰ πρὸ ποδῶν ἀφανῆ ἦν, εἰς τὸ ἔμπαλιν ἀπετρέπετο ὡς ἐπὶ τὸ στρατόπεδον· τὸ μέντοι ἅρμα τοῦ Δαρείου ἔλαβε καὶ τὴν ἀσπίδα ἐπʼ αὐτῷ καὶ τὸν κάνδυν καὶ τὸ τόξον, καὶ γὰρ καὶ ἡ δίωξις βραδυτέρα αὐτῷ ἐγεγόνει, ὅτι ἐν τῇ πρώτῃ παραρρήξει τῆς φάλαγγος ἐπιστρέψας καὶ αὐτὸς οὐ πρόσθεν ἐς τὸ διώκειν ἐτράπετο πρὶν τούς τε μισθοφόρους τοὺς ξένους καὶ τὸ τῶν Περσῶν ἱππικὸν ἀπὸ τοῦ ποταμοῦ ἀπωσθέντας κατεῖδε.

---

Arrian, Ἀλεξάνδρου Ἀνάβασις, ed. A. G. Roos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0074.tlg001.local001/.
