Ancient Greek
Book 2, Chapter 20
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 2.20.8
Not analysed yet
Φοινίκων ξυμπάσας Ἀλέξανδρον ἔχοντἀ καὶ ἅμα ξυντεταγμένως τοῦ ἐπίπλου γιγνομένου ʽὀλίγον γὰρ πρὶν προσχεῖν τῇ πόλει ἀνεκώχευσαν ἔτι πελάγιαι αἱ ξὺν Ἀλεξάνδρῳ νῆες, εἴ πως ἄρα ἐς ναυμαχίαν τοὺς Τυρίους προκαλέσαιντο, ἔπειτα οὕτως ξυνταξάμενοι, ὡς οὐκ ἀντανήγοντο, πολλῷ τῷ ῥοθίῳ ἐπέπλεονʼ —ταῦτα ὁρῶντες οἱ Τύριοι ναυμαχεῖν μὲν ἀπέγνωσαν, τριήρεσι δὲ ὅσας τῶν λιμένων τὰ στόματα ἐδέχοντο βύζην τὸν ἔσπλουν φραξάμενοι ἐφύλασσον, ὡς μὴ ἐς τῶν λιμένων τινὰ ἐγκαθορμισθῆναι τῶν πολεμίων τὸν στόλον.