# Ἀλεξάνδρου Ἀνάβασις 2.27.5-6

Arrian, Ἀλεξάνδρου Ἀνάβασις, 2.27.5 to 2.27.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/arrian/text/2.27.5

τῇ τετάρτῃ δὲ τῶν Μακεδόνων τὴν φάλαγγα πάντοθεν προσαγαγὼν Ἀλέξανδρος τῇ μὲν ὑπορυσσόμενον τὸ τεῖχος καταβάλλει, τῇ δὲ παιόμενον ταῖς μηχαναῖς κατασείει ἐπὶ πολύ, ὡς μὴ χαλεπὴν ταῖς κλίμαξιν τὴν προσβολὴν κατὰ τὰ ἐρηριμμένα ἐνδοῦναι. αἵ τε οὖν κλίμακες προσήγοντο τῷ τείχει καὶ ἔρις πολλὴ ἦν τῶν Μακεδόνων, ὅσοι τι ἀρετῆς μετεποιοῦντο, ὅστις πρῶτος αἱρήσει τὸ τεῖχος· καὶ αἱρεῖ πρῶτος Νεοπτόλεμος τῶν ἑταίρων τοῦ Αἰακιδῶν γένους· ἐπὶ δὲ αὐτῷ ἄλλαι καὶ ἄλλαι τάξεις ὁμοῦ τοῖς ἡγεμόσιν ἀνέβαινον.

---

Arrian, Ἀλεξάνδρου Ἀνάβασις, ed. A. G. Roos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0074.tlg001.local001/.
