Ancient Greek · ~2 min
Book 2, Chapter 6
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 2.6.6
Not analysed yet
καίτοι γε Ἀμύντας ἥξειν τε Ἀλέξανδρον ἰσχυρίζετο, ὅπου ἂν πύθηται Δαρεῖον ὄντα, καὶ αὐτοῦ προσμένειν ἐκέλευεν. ἀλλὰ τὰ χείρω μᾶλλον, ὅτι καὶ ἐν τῷ παραυτίκα ἡδίω ἀκοῦσαι ἦν, ἔπειθε· καί τι καὶ δαιμόνιον τυχὸν ἦγεν αὐτὸν εἰς ἐκεῖνον τὸν χῶρον, οὗ μήτε ἐκ τῆς ἵππου πολλὴ ὠφέλεια αὐτῷ ἐγένετο, μήτε ἐκ τοῦ πλήθους αὐτοῦ τῶν τε ἀνθρώπων καὶ τῶν ἀκοντίων τε καὶ τοξευμάτων, μηδὲ τὴν λαμπρότητα αὐτὴν τῆς στρατιᾶς ἐπιδεῖξαι ἠδυνήθη, ἀλλὰ Ἀλεξάνδρῳ τε καὶ τοῖς ἀμφʼ αὐτὸν εὐμαρῶς τὴν νίκην παρέδωκεν.