Ancient Greek · ~2 min
3.9.7 to 3.9.8
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 3.9.7-8
Not analysed yet
οὔκουν τὴν ἐς τὰ καλὰ ἐξόρμησιν διὰ πολλῶν ἀναγκαίαν αὐτοῖς εἶναι οἴκοθεν τοῦτο ἔχουσιν, ἀλλὰ κόσμου τε ἐν τῷ κινδύνῳ ὅπως τις καθʼ αὑτὸν ἐπιμελήσεται καὶ σιγῆς ἀκριβοῦς, ὁπότε σιγῶντας ἐπιέναι δέοι, καὶ αὖ λαμπρᾶς τῆς βοῆς, ἵνα ἐμβοῆσαι καλόν, καὶ ἀλαλαγμοῦ ὡς φοβερωτάτου, ὁπότε ἐπαλαλάξαι καιρός, αὐτοί τε ὅπως ὀξέως κατακούοιεν τῶν [τε] παραγγελλομένων καὶ παρʼ αὐτῶν αὖ ὅπως ἐς τὰς τάξεις ὀξέως παραδιδῶνται τὰ παραγγέλματα· ἔν τε τῷ καθʼ αὑτὸν ἕκαστον καὶ τὸ πᾶν μεμνῆσθαι ξυγκινδυνεῦόν τε ἀμελουμένῳ καὶ διʼ ἐπιμελείας ἐκπονουμένῳ ξυνορθούμενον.