Ancient Greek · ~3 min
4.15.1 to 4.15.3
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 4.15.1-3
Not analysed yet
παρʼ Ἀλέξανδρον δὲ ἧκεν καὶ αὖθις Σκυθῶν τῶν ἐκ τῆς Εὐρώπης πρεσβεία ξὺν τοῖς πρέσβεσιν οἷς αὐτὸς ἐς Σκύθας ἔστειλεν. ὁ μὲν δὴ τότε βασιλεὺς τῶν Σκυθῶν ὅτε οὗτοι ὑπὸ Ἀλεξάνδρου ἐπέμποντο τετελευτηκὼς ἐτύγχανεν, ἀδελφὸς δὲ ἐκείνου ἐβασίλευεν. ἦν δὲ ὁ νοῦς τῆς πρεσβείας ἐθέλειν ποιεῖν πᾶν τὸ ἐξ Ἀλεξάνδρου ἐπαγγελλόμενον Σκύθας· καὶ δῶρα ἔφερον Ἀλεξάνδρῳ παρὰ τοῦ βασιλέως τῶν Σκυθῶν ὅσα μέγιστα νομίζεται ἐν Σκύθαις· καὶ τὴν θυγατέρα ὅτι ἐθέλει Ἀλεξάνδρῳ δοῦναι γυναῖκα βεβαιότητος οὕνεκα τῆς πρὸς Ἀλέξανδρον φιλίας τε καὶ ξυμμαχίας. εἰ δὲ ἀπαξιοῖ τὴν Σκυθῶν βασίλισσαν γῆμαι Ἀλέξανδρος, ἀλλὰ τῶν γε σατραπῶν τῶν τῆς Σκυθικῆς χώρας καὶ ὅσοι ἄλλοι δυνάσται κατὰ τὴν γὴν τὴν Σκυθίδα, τούτων τὰς παῖδας ἐθέλειν δοῦναι τοῖς πιστοτάτοις τῶν ἀμφʼ Ἀλέξανδρον· ἥξειν δὲ καὶ αὐτὸς ἔφασκεν, εἰ κελεύοιτο, ὡς παρʼ αὐτοῦ Ἀλεξάνδρου ἀκοῦσαι ὅσα ἐπαγγέλλοι.