Ancient Greek
4.16.4 to 4.16.5
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 4.16.4-5
Not analysed yet
ἐν τούτοις δὲ Ἀλεξάνδρου ὄντος Σπιταμένης τε καὶ σὺν αὐτῷ τῶν Σογδιανῶν τινες φυγάδων ἐς τῶν Σκυθῶν τῶν Μασσαγετῶν καλουμένων τὴν χώραν ξυμπεφευγότες ξυναγαγόντες τῶν Μασσαγετῶν ἱππέας ἑξακοσίους ἀφίκοντο πρός τι φρούριον τῶν κατὰ τὴν Βακτριανήν. καὶ τῷ τε φρουράρχῳ οὐδὲν πολέμιον προσδεχομένῳ ἐπιπεσόντες καὶ τοῖς ξὺν τούτῳ τὴν φυλακὴν ἔχουσιν τοὺς μὲν στρατιώτας διέφθειραν, τὸν φρούραρχον δὲ ἑλόντες ἐν φυλακῇ εἶχον. θαρσήσαντες δὲ ἐπὶ τοῦ φρουρίου τῇ καταλήψει ὀλίγαις ἡμέραις ὕστερον Ζαριάσποις πελάσαντες τῇ μὲν πόλει προσβαλεῖν ἀπέγνωσαν, λείαν δὲ πολλὴν περιβαλλόμενοι ἤλαυνον.