Ancient Greek · ~2 min
Book 4, Chapter 20
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 4.20.2
Not analysed yet
ὡς δὲ ζώσας τε ἐπύθετο καὶ βασίλισσαι ὅτι καλοῦνται καὶ ἡ θεραπεία ὅτι ἀμφʼ αὐτάς ἐστιν, ἥντινα καὶ ἐπὶ Δαρείου ἐθεραπεύοντο, ἐπὶ τῷδε αὖ πυθέσθαι εἰ σωφρονεῖ αὐτῷ ἡ γυνὴ ἔτι. ὡς δὲ σωφρονοῦσαν ἐπύθετο, αὖθις ἐρέσθαι μή τι βίαιον ἐξ Ἀλεξάνδρου αὐτῇ ἐς ὕβριν ξυνέβη· καὶ τὸν εὐνοῦχον ἐπομόσαντα φάναι ὅτι· ὦ βασιλεῦ, οὕτω τοι ὡς ἀπέλιπες ἔχει ἡ σὴ γυνή, καὶ Ἀλέξανδρος ἀνδρῶν ἄριστός τέ ἐστι καὶ σωφρονέστατος. ἐπὶ τοῖσδε ἀνατεῖναι Δαρεῖον ἐς τὸν οὐρανὸν τὰς χεῖρας καὶ εὔξασθαι ὧδε·