# Ἀλεξάνδρου Ἀνάβασις 4.21.2

Arrian, Ἀλεξάνδρου Ἀνάβασις, Book 4, Chapter 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/arrian/text/4.21.2

ἦν δὲ τὸ μὲν ὕψος τῆς πέτρας ἐς σταδίους εἴκοσι, κύκλος δὲ ἐς ἑξήκοντα· αὐτὴ δὲ ἀπότομος πάντοθεν, ἄνοδος δὲ ἐς αὐτὴν μία καὶ αὐτὴ στενή τε καὶ οὐκ εὔπορος, οἷα δὴ παρὰ τὴν φύσιν τοῦ χωρίου πεποιημένη, ὡς χαλεπὴ εἶναι καὶ μηδενὸς εἴργοντος καὶ καθʼ ἕνα ἀνελθεῖν, φάραγξ τε κύκλῳ περιεῖργε τὴν πέτραν βαθεῖα, ὥστε ὅστις προσάξειν στρατιὰν τῇ πέτρᾳ ἔμελλε, πολὺ πρόσθεν αὐτῷ τὴν φάραγγα εἶναι χωστέον, ὡς ἐξ ὁμαλοῦ ὁρμᾶσθαι προσάγοντα ἐς προσβολὴν τὸν στρατόν. ἀλλὰ καὶ ὣς Ἀλέξανδρος ἥπτετο τοῦ ἔργου·

---

Arrian, Ἀλεξάνδρου Ἀνάβασις, ed. A. G. Roos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0074.tlg001.local001/.
