# Ἀλεξάνδρου Ἀνάβασις 4.22.3-5

Arrian, Ἀλεξάνδρου Ἀνάβασις, 4.22.3 to 4.22.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/arrian/text/4.22.3

ἐκ Βάκτρων δὲ ἐξήκοντος ἤδη τοῦ ἦρος ἀναλαβὼν τὴν στρατιὰν προὐχώρει ὡς ἐπʼ Ἰνδούς, Ἀμύνταν ἀπολιπὼν ἐν τῇ χώρᾳ τῶν Βακτρίων καὶ ξὺν αὐτῷ ἱππέας μὲν τρισχιλίους καὶ πεντακοσίους, πεζοὺς δὲ μυρίους. ὑπερβαλὼν δὲ τὸν Καύκασον ἐν δέκα ἡμέραις ἀφίκετο εἰς Ἀλεξάνδρειαν πόλιν τὴν κτισθεῖσαν ἐν Παραπαμισάδαις, ὅτε τὸ πρῶτον ἐπὶ Βάκτρων ἐστέλλετο. καὶ τὸν μὲν ὕπαρχον, ὅστις αὐτῷ ἐπὶ τῆς πόλεως τότε ἐτάχθη, παραλύει τῆς ἀρχῆς, ὅτι οὐ καλῶς ἐξηγεῖσθαι ἔδοξε· προσκατοικίσας δὲ καὶ ἄλλους τῶν περιοίκων τε καὶ ὅσοι τῶν στρατιωτῶν ἀπόμαχοι ἦσαν ἐς τὴν Ἀλεξάνδρειαν Νικάνορα μέν, ἕνα τῶν ἑταίρων, τὴν πόλιν αὐτὴν κοσμεῖν ἐκέλευσε, σατράπην δὲ Τυρίεσπιν κατέστησε τῆς τε χώρας τῆς Παραπαμισαδῶν καὶ τῆς ἄλλης ἔστε ἐπὶ τὸν Κωφῆνα ποταμόν.

---

Arrian, Ἀλεξάνδρου Ἀνάβασις, ed. A. G. Roos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0074.tlg001.local001/.
