Ancient Greek · ~1 min
Book 4, Chapter 24
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 4.24.2
Not analysed yet
οἱ δὲ βάρβαροι προσάγοντα αἰσθόμενοι Ἀλέξανδρον ἐμπρήσαντες τὴν πόλιν ἔφευγον πρὸς τὰ ὄρη. οἱ δʼ ἀμφʼ Ἀλέξανδρον εἴχοντο τῶν φευγόντων ἔστε ἐπὶ τὰ ὄρη, καὶ φόνος πολὺς γίγνεται τῶν βαρβάρων, πρὶν ἐς τὰς δυσχωρίας φθάσαι ἀπελθόντας.