Ancient Greek · ~2 min
Book 4, Chapter 27
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 4.27.8
Not analysed yet
οἱ δὲ ἐκ τῶν Βαζίρων ὡς εἶδον ἀπιόντα ξὺν τῷ πλείστῳ τῆς στρατιᾶς τὸν Κοῖνον, καταφρονήσαντες τῶν Μακεδόνων, ὡς οὐ γενομένων ἄν σφισιν ἀξιομάχων, ἐπεκθέουσιν ἐς τὸ πεδίον· καὶ γίγνεται αὐτῶν μάχη καρτερά. καὶ ἐν ταύτῃ πίπτουσι μὲν τῶν βαρβάρων ἐς πεντακοσίους, ζῶντες δὲ ἐλήφθησαν ὑπὲρ τοὺς ἑβδομήκοντα· οἱ δὲ λοιποὶ ἐν τῇ πόλει ξυμφυγόντες βεβαιότερον ἤδη εἴργοντο τῆς χώρας ὑπὸ τῶν ἐκ τοῦ ἐπιτειχίσματος.