Ancient Greek · ~2 min
Book 4, Chapter 3
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 4.3.5
Not analysed yet
ὕδατος ἐνεχείρισαν σφᾶς Ἀλεξάνδρῳ. τὴν δὲ ἑβδόμην πόλιν ἐξ ἐφόδου ἔλαβε, Πτολεμαῖος μὲν λέγει, ὅτι αὐτοὺς σφᾶς ἐνδόντας, Ἀριστόβουλος δέ, ὅτι βίᾳ καὶ ταύτην ἐξεῖλεν καὶ ὅτι πάντας τοὺς καταληφθέντας ἐν αὐτῇ ἀπέκτεινε. Πτολεμαῖος δὲ κατανεῖμαι λέγει αὐτὸν τοὺς ἀνθρώπους τῇ στρατιᾷ καὶ δεδεμένους κελεῦσαι φυλάσσεσθαι ἔστʼ ἄν ἐκ τῆς χώρας ἀπαλλάττηται αὐτός, ὡς μηδένα ἀπολείπεσθαι τῶν τὴν ἀπόστασιν πραξάντων.