Ancient Greek · ~1 min
Book 4, Chapter 4
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 4.4.2
Not analysed yet
ἀλλʼ ἐκτοξεύοντες ἐς τὸν ποταμὸν ἑωρῶντο οὐ πλατὺν ταύτῃ ὄντα, καί τινα καὶ πρὸς ὕβριν τοῦ Ἀλεξάνδρου βαρβαρικῶς ἐθρασύναντο, ὡς οὐκ ἄν τολμήσαντα Αλέξανδρον ἅψασθαι Σκυθῶν ἤ μαθόντα ἄν ὅτι περ τὸ διάφορον Σκύθαις τε καὶ τοῖς Ἀσιανοῖς βαρβάροις, —ὑπὸ τούτων παροξυνόμενος ἐπενόει διαβαίνειν ἐπʼ αὐτοὺς καὶ τὰς διφθέρας παρεσκεύαζεν ἐπὶ τῷ πόρῳ.