Ancient Greek
4.5.7 to 4.5.9
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 4.5.7-9
Not analysed yet
Κάρανος δὲ ὁ ἱππάρχης οὐκ ἀνακοινώσας Ἀνδρομάχῳ μάχῳ διαβαίνειν ἐπεχείρησε τὸν ποταμὸν ὡς ἐς ἀσφαλὲς ταύτῃ καταστήσων τὴν ἵππον· καὶ οἱ πεζοὶ αὐτῷ ἐπηκολούθησαν, οὐκ ἐκ παραγγέλματος, ἀλλὰ φοβερά τε καὶ οὐδενὶ κόσμῳ ἐγένετο αὐτοῖς ἡ ἔσβασις ἡ ἐς τὸν ποταμὸν κατὰ κρημνώδεις τὰς ὄχθας. καὶ οἱ βάρβαροι αἰσθόμενοι τὴν ἁμαρτίαν τῶν Μακεδόνων αὐτοῖς ἵπποις ἔνθεν καὶ ἔνθεν ἐσβάλλουσιν ἐς τὸν πόρον. καὶ οἱ μὲν τῶν ἤδη διαβεβηκότων καὶ ἀποχωρούντων εἴχοντο, οἱ δὲ τοὺς διαβαίνοντας ἀντιμέτωποι ταχθέντες ἀνείλουν ἐς τὸν ποταμόν, οἱ δὲ ἀπὸ τῶν πλαγίων ἐξετόξευον ἐς αὐτούς, οἱ δὲ τοῖς ἔτι ἐσβαίνουσιν ἐπέκειντο, ὥστε ἀπορίᾳ πάντοθεν ξυνεχόμενοι οἱ Μακεδόνες ἐς νῆσόν τινα τῶν ἐν τῷ ποταμῷ ξυμφεύγουσιν οὐ μεγάλην. καὶ περιστάντες αὐτοὺς οἱ Σκύθαι τε καὶ οἱ ξὺν Σπιταμένει ἱππεῖς ἐν κύκλῳ πάντας κατετόξευσαν· ὀλίγους δὲ ἠνδραποδίσαντο αὐτῶν, καὶ τούτους πάντας ἀπέκτειναν.