Ancient Greek
4.6.6 to 4.6.7
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 4.6.6-7
Not analysed yet
ἵνα δὲ ἀφανίζεται τῷ ποταμῷ τὸ ὕδωρ, ἐντεῦθεν ἤδη τὸ ἐπέκεινα ἔρημος ἡ χώρα ἐστίν· ἀφανίζεται δὲ καίπερ πολλοῦ ὢν ὕδατος ἐς τὴν ψάμμον. καὶ ἄλλοι ποταμοὶ ὡσαύτως ἐκεῖ ἀφανίζονται μεγάλοι καὶ ἀέ[ν]ναοι, ὅ τε Ἔπαρδος, ὃς ῥέει διὰ Μάρδων τῆς χώρας, καὶ Ἄρειος, ὅτου ἐπώνυμος ἡ τῶν Ἀρείων γῆ ἐστιν, καὶ Ἑτύμανδρος, ὃς διʼ Εὐεργετῶν ῥέει. καὶ εἰσὶ ξύμπαντες οὗτοι τηλικοῦτοι ποταμοὶ ὥστε οὐδεὶς αὐτῶν μείων ἐστὶ τοῦ Πηνειοῦ τοῦ Θεσσαλικοῦ ποταμοῦ, ὃς διὰ τῶν Τεμπῶν ῥέων ἐκδιδοῖ ἐς θάλασσαν· ὁ δὲ Πολυτίμητος πολὺ ἔτι μείζων ἢ κατὰ τὸν Πηνειὸν ποταμόν ἐστι.