# Ἀλεξάνδρου Ἀνάβασις 4.8.7-8

Arrian, Ἀλεξάνδρου Ἀνάβασις, 4.8.7 to 4.8.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/arrian/text/4.8.7

καὶ δὴ καὶ τὴν δεξιὰν τὴν αὑτοῦ σοβαρῶς ἀνατείναντα, αὕτη σε ἡ χείρ, φάναι, ὦ Ἀλέξανδρε, ἐν τῷ τότε ἔσωσε. καὶ Ἀλέξανδρον οὐκέτι φέρειν τοῦ Κλείτου τὴν παροινίαν τε καὶ ὕβριν, ἀλλὰ ἀναπηδᾶν γὰρ ξὺν ὀργῇ ἐπʼ αὐτόν, κατέχεσθαι δὲ ὑπὸ τῶν ξυμπινόντων. Κλεῖτον δὲ οὐκ ἀνιέναι ὑβρίζοντα. Ἀλέξανδρος δὲ ἐβόα ἄρα καλῶν τοὺς ὑπασπιστάς· οὐδενὸς δὲ ὑπακούοντος ἐς ταὐτὰ ἔφη καθεστηκέναι Δαρείῳ, ὁπότε πρὸς Βήσσου τε καὶ τῶν ἀμφὶ Βῆσσον ξυλληφθεὶς ἤγετο οὐδὲν ἄλλο ὅτι μὴ ὄνομα ὢν βασιλέως. οὔκουν ἔτι οἵους τε εἶναι κατέχειν αὐτὸν τοὺς ἑταίρους, ἀλλʼ ἀναπηδήσαντα γὰρ οἱ μὲν λόγχην ἁρπάσαι λέγουσι τῶν σωματοφυλάκων τινὸς καὶ ταύτῃ παίσαντα Κλεῖτον ἀποκτεῖναι,

---

Arrian, Ἀλεξάνδρου Ἀνάβασις, ed. A. G. Roos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0074.tlg001.local001/.
