Ancient Greek · ~5 min
5.2.4 to 5.2.7
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 5.2.4-7
Not analysed yet
ταῦτα λέγοντα, λέγειν γὰρ δόξαι φρόνιμα, πεῖσαι Ἀλέξανδρον. καὶ τοὺς μὲν ἱππέας ξυμπέμπειν οἱ ἐκέλευσε, τοὺς δὲ ἑκατὸν τοὺς ἐπιλέκτους μηκέτι αἰτῆσαι, ἀλλὰ μηδὲ ἀντʼ αὐτῶν ἄλλους· τὸν δὲ παῖδα ἄρα τοῦ Ἀκούφιος καὶ τῆς θυγατρὸς τὸν παῖδα ξυμπέμψαι αὐτῷ Ἄκουφιν. Ἀλέξανδρον δὲ πόθος ἔλαβεν ἰδεῖν τὸν χῶρον, ὅπου τινα ὑπομνήματα τοῦ Διονύσου οἱ Νυσαῖοι ἐκόμπαζον. ἐλθεῖν τε ἐς τὸ ὄρος τὸν Μηρὸν ξὺν τοῖς ἑταίροις τοῖς ἱππεῦσι καὶ τῷ πεζικῷ ἀγήματι καὶ ἰδεῖν κισσοῦ τε ἀνάπλεων καὶ δάφνης τὸ ὄρος καὶ ἄλση παντοῖα· καὶ ἰδεῖν σύσκιον, καὶ θήρας ἐν αὐτῷ εἶναι θηρίων παντοδαπῶν. καὶ τοὺς Μακεδόνας ἡδέως τὸν κισσὸν ἰδόντας, οἷα δὴ διὰ μακροῦ ὀφθέντα ʽοὐ γὰρ εἶναι ἐν τῇ Ἰνδῶν χώρᾳ κισσόν, οὐδὲ ἵναπερ αὐτοῖς ἄμπελοι ἦσανʼ στεφάνους σπουδῇ ἀπʼ αὐτοῦ ποιεῖσθαι, ὡς καὶ στεφανώσασθαι εἶχον, ἐφυμνοῦντας τὸν Διόνυσόν τε καὶ τὰς ἐπωνυμίας τοῦ θεοῦ ἀνακαλοῦντας. θῦσαι τε αὐτοῦ Ἀλέξανδρον τῷ Διονύσῳ καὶ εὐωχηθῆναι ὁμοῦ τοῖς ἑταίροις. οἱ δὲ καὶ τάδε ἀνέγραψαν, εἰ δή τῳ πιστὰ καὶ ταῦτα, πολλοὺς τῶν ἀμφʼ αὐτὸν τῶν οὐκ ἠμελημένων Μακεδόνων τῷ τε κισσῷ στεφανωσαμένους καὶ ὑπὸ τῇ κατακλήσει τοῦ θεοῦ κατασχεθῆναί τε πρὸς τοῦ Διονύσου καὶ ἀνευάσαι τὸν θεὸν καὶ βακχεῦσαι.