Ancient Greek · ~2 min
Book 5, Chapter 20
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 5.20.8
Not analysed yet
αὐτὸς δὲ ὡς ἐπὶ τὸν Ἀκεσίνην ποταμὸν προὐχώρει. τούτου τοῦ Ἀκεσίνου τὸ μέγεθος μόνου τῶν Ἰνδῶν ποταμῶν Πτολεμαῖος ὁ Λάγου ἀνέγραψεν· εἶναι γὰρ ἵνα ἐπέρασεν αὐτὸν Ἀλέξανδρος ἐπὶ τῶν πλοίων τε καὶ τῶν διφθερῶν ξὺν τῇ στρατιᾷ τὸ μὲν ῥεῦμα ὀξὺ τοῦ Ἀκεσίνου πέτραις μεγάλαις καὶ ὀξείαις, καθʼ ὧν φερόμενον βίᾳ τὸ ὕδωρ κυμαίνεσθαί τε καὶ καχλάζειν, τὸ δὲ εὖρος σταδίους ἐπέχειν πεντεκαίδεκα.