Ancient Greek
5.21.1 to 5.21.2
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 5.21.1-2
Not analysed yet
περάσας δὲ τὸν ποταμὸν Κοῖνον μὲν ξὺν τῇ αὑτοῦ τάξει ἀπολείπει αὐτοῦ ἐπὶ τῇ ὄχθῃ προστάξας ἐπιμελεῖσθαι τῆς ὑπολελειμμένης στρατιᾶς τῆς διαβάσεως, οἳ τόν τε σῖτον αὐτῷ τὸν ἐκ τῆς ἤδη ὑπηκόου τῶν Ἰνδῶν χώρας καὶ τὰ ἄλλα ἐπιτήδεια παρακομίζειν ἔμελλον. Πῶρον δὲ ἐς τὰ αὑτοῦ ἤθη ἀποπέμπει, κελεύσας Ἰνδῶν τε τοὺς μαχιμωτάτους ἐπιλεξάμενον καὶ εἴ τινας παρʼ αὑτῷ ἔχοι ἐλέφαντας, τούτους δὲ ἀναλαβόντα[ς] ἰέναι παρʼ αὑτόν. αὐτὸς δὲ Πῶρον τὸν ἕτερον τὸν κακόν, ὅτι ἐξηγγέλθη πεφευγέναι ἀπολιπὼν τὴν χώραν ἧς ἦρχεν, ἐπενόει διώκειν σὺν τοῖς κουφοτάτοις τῆς στρατιᾶς.