# Ἀλεξάνδρου Ἀνάβασις 5.22.3-4

Arrian, Ἀλεξάνδρου Ἀνάβασις, 5.22.3 to 5.22.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/arrian/text/5.22.3

ταῦτα ὡς ἐξηγγέλθη Ἀλεξάνδρῳ, σπουδῇ ἤλαυνεν ὡς ἐπὶ τοὺς Καθαίους. καὶ δευτεραῖος μὲν ἀπὸ τοῦ ποταμοῦ τοῦ Ὑδραώτου πρὸς πόλιν ἧκεν ᾗ ὄνομα Πίμπραμα· τὸ δὲ ἔθνος τοῦτο τῶν Ἰνδῶν Ἀδραϊσταὶ ἐκαλοῦντο. οὗτοι μὲν δὴ προσεχώρησαν ὁμολογίᾳ Ἀλεξάνδρῳ. καὶ Ἀλέξανδρος ἀναπαύσας τῇ ὑστεραίᾳ τὴν στρατιὰν τῇ τρίτῃ προὐχώρει ἐπὶ τὰ Σάγγαλα, ἵνα οἱ Καθαῖοί τε καὶ οἱ ἄλλοι πρόσχωροι αὐτοῖς ξυνεληλυθότες πρὸ τῆς πόλεως παρατεταγμένοι ἦσαν ἐπὶ γηλόφου οὐ πάντῃ ἀποτόμου· κύκλῳ δὲ τοῦ γηλόφου ἁμάξας περιστήσαντες ἐντὸς αὐτῶν ἐστρατοπέδευον, ὡς τριπλοῦν χάρακα προβεβλῆσθαι [πρὸ] τῶν ἁμαξῶν.

---

Arrian, Ἀλεξάνδρου Ἀνάβασις, ed. A. G. Roos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0074.tlg001.local001/.
