Ancient Greek · ~1 min
Book 5, Chapter 23
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 5.23.1
Not analysed yet
ὡς δὲ ἐπὶ τὴν ἵππον προσαγαγοῦσαν οὐκ ἐξέδραμον οἱ Ἰνδοὶ ἔξω τῶν ἁμαξῶν, ἀλλʼ ἐπιβεβηκότες αὐτῶν ἀφʼ ὑψηλοῦ ἠκροβολίζοντο, γνοὺς Ἀλέξανδρος ὅτι οὐκ εἴη τῶν ἱππέων τὸ ἔργον καταπηδήσας ἀπὸ τοῦ ἵππου πεζὸς ἐπῆγε τῶν πεζῶν τὴν φάλαγγα.