# Ἀλεξάνδρου Ἀνάβασις 5.29.2-4

Arrian, Ἀλεξάνδρου Ἀνάβασις, 5.29.2 to 5.29.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/arrian/text/5.29.2

ὡς δὲ κατεσκευασμένοι αὐτῷ οἱ βωμοὶ ἦσαν, θύει δὴ ἐπʼ αὐτῶν ὡς νόμος καὶ ἀγῶνα ποιεῖ γυμνικόν τε καὶ ἱππικόν. καὶ τὴν μὲν χώραν τὴν μέχρι τοῦ Ὑφάσιος ποταμοῦ Πώρῳ ἄρχειν προσέθηκεν, αὐτὸς δὲ ἐπὶ τὸν Ὑδραώτην ἀνέστρεφε. διαβὰς δὲ τὸν Ὑδραώτην, ἐπὶ τὸν Ἀκεσίνην αὖ ἐπανῄει ὀπίσω. καὶ ἐνταῦθα καταλαμβάνει τὴν πόλιν ἐξῳκοδομημένην, ἥντινα Ἡφαιστίων αὐτῷ ἐκτειχίσαι ἐτάχθη· καὶ ἐς ταύτην ξυνοικίσας τῶν τε προσχώρων ὅσοι ἐθελονταὶ κατῳκίζοντο καὶ τῶν μισθοφόρων ὅ τι περ ἀπόμαχον, αὐτὸς τὰ ἐπὶ τῷ κατάπλῳ παρεσκευάζετο τῷ ἐς τὴν μεγάλην θάλασσαν. ἐν τούτῳ δὲ ἀφίκοντο πρὸς αὐτὸν Ἀρσάκης τε ὁ τῆς ὁμόρου Ἀβισάρῃ χώρας ὕπαρχος καὶ ὁ ἀδελφὸς Ἀβισάρου καὶ οἱ ἄλλοι οἰκεῖοι, δῶρά τε κομίζοντες ἃ μέγιστα παρʼ Ἰνδοῖς καὶ τοὺς παρʼ Ἀβισάρου ἐλέφαντας, ἀριθμὸν ἐς τριάκοντα· Ἀβισάρην γὰρ νόσῳ ἀδύνατον γενέσθαι ἐλθεῖν. ξυνέβαινον δὲ τούτοις καὶ οἱ παρὰ Ἀλεξάνδρου ἐκπεμφθέντες πρέσβεις πρὸς Ἀβισάρην.

---

Arrian, Ἀλεξάνδρου Ἀνάβασις, ed. A. G. Roos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0074.tlg001.local001/.
