Ancient Greek · ~2 min
Book 5, Chapter 29
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 5.29.5
Not analysed yet
καὶ ταῦτα οὐ χαλεπῶς πιστεύσας οὕτως ἔχειν Ἀβισάρῃ τε τῆς αὑτοῦ χώρας σατραπεύειν ἔδωκεν καὶ Ἀρσάκην τῇ Ἀβισάρου ἐπικρατείᾳ προσέθηκεν· καὶ φόρους οὕστινας ἀποίσουσι τάξας θύει αὖ καὶ ἐπὶ τῷ Ἀκεσίνῃ ποταμῷ. καὶ τὸν Ἀκεσίνην αὖ διαβὰς ἐπὶ τὸν Ὑδάσπην ἧκεν, ἵνα καὶ τῶν πόλεων τῆς τε Νικαίας καὶ τῶν Βουκεφάλων ὅσα πρὸς τῶν ὄμβρων πεπονηκότα ἦν ξὺν τῇ στρατιᾷ ἐπεσκεύασε καὶ τὰ ἄλλα τὰ κατὰ τὴν χώραν ἐκόσμει.