Ancient Greek · ~1 min
Book 6, Chapter 16
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 6.16.1
Not analysed yet
ἔνθεν δὲ ἀναλαβὼν τούς τε τοξότας καὶ τοὺς Ἀγριᾶνας καὶ τὴν ἵππον τὴν ἅμα οἷ πλέουσαν ἐξελαύνει ἐπὶ τὸν νομάρχην τῆς ταύτῃ γῆς, ὄνομα δὲ ἦν Ὀξικανός, ὅτι μήτε αὐτὸς ἀφῖκτο μήτε πρέσβεις παρʼ αὐτοῦ ἧκον ἐνδιδόντες αὐτόν τε καὶ τὴν χώραν.