Ancient Greek · ~3 min
6.16.3 to 6.16.5
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 6.16.3-5
Not analysed yet
ὁ δὲ ἐπὶ Σάμβον αὖ ἦγε τῶν ὀρείων Ἰνδῶν σατράπην ὑπʼ αὐτοῦ κατασταθέντα, ὃς πεφευγέναι αὐτῷ ἐξηγγέλλετο ὅτι Μουσικανὸν ἀφειμένον πρὸς Ἀλεξάνδρου ἐπύθετο καὶ τῆς χώρας τῆς ἑαυτοῦ ἄρχοντα· τὰ γὰρ πρὸς Μουσικανὸν αὐτῷ πολέμια ἦν. ὡς δὲ ἐπέλαζεν ἤδη τῇ πόλει Ἀλέξανδρος, ἥντινα μητρόπολιν εἶχεν ἡ τοῦ Σάμβου χώρα, ὄνομα δὲ ἦν τῇ πόλει Σινδίμανα, αἵ τε πύλαι αὐτῷ ἀνοίγονται προσάγοντι καὶ οἱ οἰκεῖοι οἱ τοῦ Σάμβου τά τε χρήματα ἀπηρίθμησαν καὶ τοὺς ἐλέφαντας μετὰ σφῶν ἄγοντες ἀπήντων· οὐ γὰρ δὴ Ἀλεξάνδρῳ γε πολεμίως ἔχοντα Σάμβον φυγεῖν, ἀλλὰ Μουσικανοῦ τὴν ἄφεσιν δείσαντα. ὁ δὲ καὶ ἄλλην πόλιν ἐν τούτῳ ἀποστᾶσαν εἷλεν καὶ τῶν Βραχμάνων, οἳ δὴ σοφισταὶ τοῖς Ἰνδοῖς εἰσιν, ὅσοι αἴτιοι τῆς ἀποστάσεως ἐγένοντο ἀπέκτεινεν. ὑπὲρ ὧν ἐγὼ τῆς σοφίας, εἰ δή τίς ἐστιν, ἐν τῇ Ἰνδικῇ ξυγγραφῇ δηλώσω.