Ancient Greek
Book 6, Chapter 17
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 6.17.2
Not analysed yet
ἔνθα δὴ Μουσικανός τε ξυλληφθεὶς ἄγεται πρὸς Πείθωνος, καὶ τοῦτον κρεμάσαι κελεύει Ἀλέξανδρος ἐν τῇ αὑτοῦ γῇ, καὶ τῶν Βραχμάνων ὅσοι αἴτιοι τῆς ἀποστάσεως τῷ Μουσικανῷ κατέστησαν. ἀφίκετο δὲ αὐτῷ καὶ ὁ τῶν Πατάλων τῆς χώρας ἄρχων, ὃ δὴ τὸ Δέλτα ἔφην εἶναι τὸ πρὸς τοῦ ποταμοῦ τοῦ Ἰνδοῦ ποιούμενον, μεῖζον ἔτι τοῦ Δέλτα τοῦ Αἰγυπτίου, καὶ οὗτος τήν τε χώραν αὐτῷ ἐνεδίδου πᾶσαν καὶ αὑτόν τε καὶ τὰ αὑτοῦ ἐπέτρεψεν.