Ancient Greek · ~2 min
6.19.1 to 6.19.2
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 6.19.1-2
Not analysed yet
μεγάλης θαλάσσης ἡ ἄμπωτις, ὥστε ἐπὶ ξηροῦ ἀπελήφθησαν αὐτοῖς αἱ νῆες. καὶ τοῦτο οὔπω πρότερον ἐγνωκόσι τοῖς ἀμφʼ Ἀλέξανδρον ἔκπληξιν μὲν καὶ αὐτὸ οὐ σμικρὰν παρέσχε, πολὺ δὲ δὴ ἔτι μείζονα, ὁπότε διελθούσης τῆς ὥρας προσῄει τε τὸ ὕδωρ καὶ τὰ σκάφη ἐμετεωρίζοντο. ὅσας μὲν δὴ τῶν νεῶν ἐν τῷ πηλῷ ἑδραίας κατέλαβεν, αὗται δὲ ἀβλαβῶς τε ἐμετεωρίσθησαν καὶ οὐδὲν χαλεπὸν παθοῦσαι ἔπλεον αὖθις· ὅσαι δὲ ἐν ξηροτέρᾳ τε τῇ γῇ καὶ οὐ βεβαίως τὴν στάσιν ἔχουσαι ὑπελείφθησαν, αὗται δὲ ἀθρόου ἐπελθόντος τοῦ κύματος αἱ μὲν αὐτῶν ἐμπεσοῦσαι ἐς ἀλλήλας, αἱ δὲ πρὸς τῇ γῇ ἀρ[ρ]αχθεῖσαι συνετρίβησαν.