Ancient Greek
Book 6, Chapter 20
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 6.20.2
Not analysed yet
αὐτὸς δὲ κατὰ τὸ ἕτερον στόμα τοῦ Ἰνδοῦ κατέπλει αὖθις ἐς τὴν μεγάλην θάλασσαν, ὡς καταμαθεῖν, ὅπῃ εὐπορωτέρα ἡ ἐκβολὴ τοῦ Ἰνδοῦ ἐς τὸν πόντον γίγνεται· ἀπέχει δὲ ἀλλήλων τὰ στόματα τοῦ ποταμοῦ τοῦ Ἰνδοῦ ἐς σταδίους μάλιστα ὀκτακοσίους καὶ χιλίους.